Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.219.2 | Hdt. 7.220.3 (English) | >>Hdt. 7.221.1 |
7.220.1
λέγεται δὲ καὶ ὡς αὐτός σφεας ἀπέπεμψε Λεωνίδης , μὴ ἀπόλωνται κηδόμενος · αὐτῷ δὲ καὶ Σπαρτιητέων τοῖσι παρεοῦσι οὐκ ἔχειν εὐπρεπέως ἐκλιπεῖν τὴν τάξιν ἐς τὴν ἦλθον φυλάξοντες ἀρχήν .
7.220.2 ταύτῃ καὶ μᾶλλον τὴν γνώμην πλεῖστος εἰμί , Λεωνίδην , ἐπείτε ᾔσθετο τοὺς συμμάχους ἐόντας ἀπροθύμους καὶ οὐκ ἐθέλοντας συνδιακινδυνεύειν , κελεῦσαι σφέας ἀπαλλάσσεσθαι , αὐτῷ δὲ ἀπιέναι οὐ καλῶς ἔχειν · μένοντι δὲ αὐτοῦ κλέος μέγα ἐλείπετο , καὶ ἡ Σπάρτης εὐδαιμονίη οὐκ ἐξηλείφετο .
7.220.3 ἐκέχρηστο γὰρ ὑπὸ τῆς Πυθίης τοῖσι Σπαρτιήτῃσι χρεωμένοισι περὶ τοῦ πολέμου τούτου αὐτίκα κατʼ ἀρχὰς ἐγειρομένου , ἢ Λακεδαίμονα ἀνάστατον γενέσθαι ὑπὸ τῶν βαρβάρων ἢ τὸν βασιλέα σφέων ἀπολέσθαι . ταῦτα δέ σφι ἐν ἔπεσι ἑξαμέτροισι χρᾷ λέγοντα ὧδε .
7.220.4 ταῦτά τε δὴ ἐπιλεγόμενον Λεωνίδην , καὶ βουλόμενον κλέος καταθέσθαι μούνων noteΣπαρτιητέων , ἀποπέμψαι τοὺς συμμάχους μᾶλλον ἢ γνώμῃ διενειχθέντας οὕτω ἀκόσμως οἴχεσθαι τοὺς οἰχομένους .
ὑμῖν δʼ ,ὦ Σπάρτης οἰκήτορες εὐρυχόροιο ,
ἢ μέγα ἄστυ ἐρικυδὲς ὑπʼ ἀνδράσι Περσεΐδῃσι
πέρθεται ,ἢ τὸ μὲν οὐχί ,ἀφʼ Ἡρακλέους δὲ γενέθλης
πενθήσει βασιλῆ φθίμενον Λακεδαίμονος οὖρος .
οὐ γὰρ τὸν ταύρων σχήσει μένος οὐδὲ λεόντων
ἀντιβίην ·Ζηνὸς γὰρ ἔχει μένος ·οὐδέ ἑ φημί
σχήσεσθαι ,πρὶν τῶνδʼ ἕτερον διὰ πάντα δάσηται .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.219.2 | Hdt. 7.220.3 (English) | >>Hdt. 7.221.1 |